Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.294 Joseph. AJ 11.300 (English) >>Joseph. AJ 11.305

11.298τούτου δὲ τὴν αἰτίαν τοιαύτην συνέβη γενέσθαι· ἀδελφὸς ἦν τῷ Ἰωάννῃ Ἰησοῦς· τούτῳ φίλῳ τυγχάνοντι Βαγώσης ὑπέσχετο τὴν ἀρχιερωσύνην παρέξειν. 11.299ἀπὸ ταύτης οὖν τῆς πεποιθήσεως Ἰησοῦς ἐν τῷ ναῷ διενεχθεὶς τῷ Ἰωάννῃ παρώξυνεν τὸν ἀδελφὸν ὥστʼ αὐτὸν ἀνελεῖν καὶ διὰ τὴν ὀργὴν τηλικοῦτο ἀσέβημα δρᾶσαι κατʼ ἀδελφοῦ τὸν Ἰωάννην ἐν τῷ ἱερῷ ὡς δεινὸν ἦν καὶ πρότερον, ὡς μήτε παρʼ Ἕλλησιν μήτε παρὰ βαρβάροις ὠμὸν οὕτως καὶ ἀσεβὲς ἔργον γεγονέναι. 11.300τὸ μέντοι θεῖον οὐκ ἠμέλησεν, ἀλλὰ καὶ λαὸς διʼ αὐτὴν τὴν αἰτίαν ἐδουλώθη καὶ ναὸς ἐμιάνθη ὑπὸ Περσῶν. Βαγώσης δὲ στρατηγὸς Ἀρταξέρξου γνούς, ὅτι Ἰωάννης ἀρχιερεὺς τῶν Ἰουδαίων τὸν ἴδιον ἀδελφὸν Ἰησοῦν ἐν τῷ ἱερῷ ἐφόνευσεν, εὐθὺς ἐπιστὰς τοῖς Ἰουδαίοις μετὰ θυμοῦ ἤρξατο λέγειν· 11.301ἐτολμήσατε ἐν τῷ ἱερῷ φόνον ἐργάσασθαι.” πειρωμένου δʼ αὐτοῦ εἰσελθεῖν εἰς τὸν ναὸν ἐκώλυον αὐτόν. δὲ πρὸς αὐτοὺς ἔφη· “πῶς οὐκ ἐγὼ καθαρώτερός εἰμι τοῦ ἀνῃρημένου ἐν τῷ ναῷ;” καὶ τούτους ποιησάμενος τοὺς λόγους εἰς τὸν ναὸν εἰσέρχεται. ταύτῃ μὲν οὖν χρησάμενος τῇ ἐπινοίᾳ Βαγώσης τοὺς Ἰουδαίους ἔτεσιν ἑπτὰ ὑπὲρ τῆς Ἰησοῦ τελευτῆς μετῆλθεν. 11.302

Καταστρέψαντος δὲ τοῦ Ἰωάννου τὸν βίον διαδέχεται τὴν ἀρχιερωσύνην υἱὸς αὐτοῦ Ἰαδδοῦς. ἦν δὲ καὶ τούτῳ ἀδελφὸς Μανασσῆς ὄνομα, Σαναβαλλέτης πεμφθεὶς εἰς Σαμάρειαν ὑπὸ Δαρείου τοῦ τελευταίου βασιλέως σατράπης Χουθαῖος τὸ γένος, ἐξ ὧν καὶ οἱ Σαμαρεῖς εἰσιν,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.294 Joseph. AJ 11.300 (English) >>Joseph. AJ 11.305

Powered by PhiloLogic